Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.131 Joseph. AJ 9.136 (English) >>Joseph. AJ 9.140

9.134τούτοις πεισθεὶς Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδʼ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν· 9.135ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι· θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς· τὸν δʼ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο. 9.136τάξας δὲ ἡμέραν, καθʼ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δʼ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα· λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν· οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν. 9.137τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.131 Joseph. AJ 9.136 (English) >>Joseph. AJ 9.140

Powered by PhiloLogic